Πρωινή προσευχή - Νεοτητα Ι.Μ Φωκιδος

ΝΕΑ

01 Απριλίου 2020

Πρωινή προσευχή


Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. 

Στο Όνομα του Πατέρα και του Υιού και του Αγίου Πνεύματος.
Έτσι ας γίνει. Δόξα σε Σένα Χριστέ, που είσαι ο Θεός και η ελπίδα μας, δόξα σε Σένα. 

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν. 

Ουράνιε Βασιλιά, Παρηγορητή, το Πνεύμα της αλήθειας, που βρίσκεσαι παντού και όλα τα γεμίζεις με την παρουσία Σου, το θησαυροφυλάκιο των αγαθών και ο δωρητής της ζωής, έλα, και κατοίκησε μέσα μας, και καθάρισέ μας από κάθε αμάρτημα, και σώσε, Αγαθέ, τις ψυχές μας. Ας γίνει. 

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. 
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
 Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. 

Άγιος είσαι Θεέ, Άγιος είσαι Δυνατέ, Άγιος είσαι Αθάνατε, ελέησέ μας.
Άγιος είσαι Θεέ, Άγιος είσαι Δυνατέ, Άγιος είσαι Αθάνατε, ελέησέ μας.
 Άγιος είσαι Θεέ, Άγιος είσαι Δυνατέ, Άγιος είσαι Αθάνατε, ελέησέ μας. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Δόξα στον Πατέρα, στον Υιό και στο ΆΆγιο Πνεύμα.
Και τώρα και πάντα και στους απέραντους αιώνες. Έτσι, ας γίνει. 

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. 

Παναγία Τριάδα, ελέησέ μας. Κύριε, ευσπλαχνίσου τις αμαρτίες μας.
Δέσποτα, συγχώρεσε τις παρανομίες μας.
Άγιε, έλα κοντά μας και θεράπευσε τις ασθένειές μας, χάρη του Ονόματός Σου. 
Κύριε, ελέησέ (μας)· Κύριε, ελέησέ (μας)· Κύριε, ελέησέ (μας). 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Δόξα στον Πατέρα, στον Υιό και στο Άγιο Πνεύμα.
Και τώρα και πάντα και στους απέραντους αιώνες. Έτσι, ας γίνει. 

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου·
ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου,
ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς·
τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν. 

Πατέρα μας, που βρίσκεσαι στους ουρανούς, ας αγιασθεί το Όνομά Σου·
ας έλθει η βασιλεία Σου· ας γίνει το θέλημά Σου,
όπως στον ουρανό έτσι και πάνω στη γη·
δώσε μας σήμερα το αναγκαίο για τη ζωή ψωμί μας·
και συγχώρεσε τα αμαρτήματά μας,
όπως κι εμείς συγχωρούμε αυτούς που μας αδίκησαν·
και μην επιτρέψεις να υποκύψουμε σε πειρασμό,
αλλά λύτρωσέ μας από τον πονηρό (διάβολο). Έτσι, ας γίνει. 

Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτομέν σοι, Ἀγαθέ,
καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοῶμέν σοι, Δυνατέ· 

Αφού σηκωθήκαμε από τον ύπνο, πέφτουμε στα πόδια Σου, Αγαθέ,
και λέμε δυνατά σ’ Εσένα, Ισχυρέ, τον ύμνο των Αγγέλων· 

Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός·
διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. 

Είσαι ο Άγιος, Άγιος, Άγιος Θεός μας·
με τη μεσολάβηση της Θεοτόκου, ελέησέ μας.


Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τῷ δείξαντι τὸ φῶς.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδοκία. 

Δόξα σε Σένα που έδειξες το φως. Δόξα στον ύψιστο Θεό,
και ας έρθει πάνω στη γη ειρήνη, ευλογία στους ανθρώπους. 

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε,
εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. 

Σε υμνούμε, Σε ευλογούμε, Σε προσκυνούμε, Σε εγκωμιάζουμε με ύμνους,
Σε ευχαριστούμε, για τη μεγάλη Σου δόξα. 

Κύριε, Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ·
Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. 

Κύριε, Βασιλιά, Θεέ ουράνιε, Πατέρα παντοκράτορα·
Κύριε Υιέ μονογενή, Ιησού Χριστέ και Άγιο Πνεύμα. 

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός,
ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. 

Κύριε Εσύ που είσαι ο Θεός, ο Αμνός του Θεού, ο Υιός του Πατέρα, 
που σηκώνεις την αμαρτία του κόσμου, ελέησέ μας,
Εσύ που σηκώνεις τις αμαρτίες όλου του κόσμου. 

Πρόσδεξαι τὴν δέησιν ἡμῶν,
ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. 

Δέξου την ικεσία μας, Εσύ που κάθεσαι στα δεξιά του Πατέρα, και ελέησέ μας. 

Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος,
Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 

Διότι Εσύ, ο Ιησούς Χριστός, είσαι ο μοναδικός Άγιος και Κύριος,
για να δοξάζεται ο Θεός Πατέρας. Αληθινά (είσαι). 

Καθ ̓ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα,
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 

Κάθε μέρα θα Σε εγκωμιάζω και θα επαινώ το όνομά Σου για πάντα,
και στους απέραντους αιώνες. 

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 
Αξίωσέ μας, Κύριε, τη σημερινή μέρα να φυλάξουμε τους εαυτούς μας χωρίς αμαρτίες. 

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, 
καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, ἀμήν. 

Ευλογημένος είσαι, Κύριε, ο Θεός των πατέρων μας, 
και το όνομά Σου είναι αξιέπαινο και ένδοξο, στους απέραντους αιώνες, έτσι ας είναι. 

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ̓ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. 
Κύριε, ας είναι μαζί μας το έλεός Σου, επειδή ακριβώς ελπίσαμε σ’ Εσένα. 

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.

Ευλογημένος είσαι, Κύριε υπόδειξέ μου τις δίκαιες απαιτήσεις που έχεις από μένα. (τρεις φορές) 

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ.
Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. 

Κύριε, σε όλες τις γενιές ήσουν για εμάς το καταφύγιό μας.
Γι’ αυτό εγώ είπα· Κύριε, να με ελεήσεις·
να θεραπεύσεις την ψυχή μου, διότι αμάρτησα σε Σένα. 

Κύριε, πρὸς σὲ κατέφυγον·
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. 

Κύριε, σε Σένα κατέφυγα· δίδαξέ με να κάνω το θέλημά Σου, διότι Εσύ είσαι ο Θεός μου. 

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 

Διότι από Σένα πηγάζει η ζωή· και με τη φώτισή Σου θα δούμε το πραγματικό φως.
Συνέχισε να δείχνεις το έλεός Σου σ’ εκείνους που Σε αναγνωρίζουν. 

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. 

Άγιος είσαι Θεέ, ΆΆγιος είσαι Δυνατέ, ΆΆγιος είσαι Αθάνατε, ελέησέ μας.
Άγιος είσαι Θεέ, Άγιος είσαι Δυνατέ, Άγιος είσαι Αθάνατε, ελέησέ μας. Άγιος είσαι Θεέ,
Άγιος είσαι Δυνατέ, Άγιος είσαι Αθάνατε, ελέησέ μας. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. 

Δόξα στον Πατέρα, στον Υιό και στο ΆΆγιο Πνεύμα. 
Και τώρα και πάντα και στους απέραντους αιώνες. Έτσι ας γίνει. ΆΆγιος είσαι Αθάνατε, ελέησέ μας. 

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν. 

Με τις ευχές των αγίων Πατέρων μας,
Κύριε Ιησού Χριστέ, που είσαι ο Θεός, ελέησε και σώσε μας. Έτσι ας γίνει. 

Pages